Koine Greek Reading: Psalm 19 from Zῶν Ἑλληνιστί | ProveText Episode 1300

This week I’m releasing a recording of Psalm 19 in Koine Greek from the Septuagint (LXX). In the LXX this would be numbered as Psalm 18. I use a Koine Era Pronunciation (aka Reconstructed Koine) and read from the the Rahlfs-Hanhart-LXX. You can find all of my other recordings on my Greek category page.

I recorded this for an episode of Ζῶν Ἑλληνιστί on the ProveText Podcast in which I read the passage and discuss it in Koine Greek. I will share that episode below. The audio recording here has been edited to improve the listening quality.

Psalm 19 (18 LXX)

Text

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυιδ. 2 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, 3 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν, 5 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, 6 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 7 ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. 8 ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς, ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια, 9 τὰ δικαιώματα κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς, 10 ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, 11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 12 καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. 13 παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με. 14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου, ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, κύριε βοηθέ μου καὶ λυτρωτά μου.

Audio

ProveText Episode 1300

References

Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.

Leave a comment